Οσίου Σωφρονίου του Έσσεξ

Προσευχή πρωϊνή

Βασιλεῦ ἄναρχε, ὁ ὤν πρό πάντων τῶν αἰώνων, Πλαστουργέ μου, ὁ ἐκ τοῦ μή ὄντος εἰς τήν ζωήν ταύτην παραγαγών τά σύμπαντα, εὐλόγησον τήν ἡμέραν ταύτην, ἥν ἔδωκάς μοι διά τήν ἀνεξιχνίαστόν Σου ἀγαθότητα, καί τῇ δυνάμει τῆς εὐλογίας Σου ἱκάνωσόν με ἐπιτελέσαι πᾶν ἔργον καί πάντα λόγον ἐν τῇ ἀρχομένῃ ὑπ’ ἐμοῦ ἡμέρᾳ ταύτῃ, διά Σέ, πρός δόξαν Σου, ἐν τῷ φόβῳ Σου, κατά τό θέλημά Σου, ἐν πνεύματι σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, ἀγάπης, πραότητος, εἰρήνης, ἀνδρείας, σοφίας, ἐν προσευχῇ καί ἐπιγνώσει τῆς πανταχοῦ Σου παρουσίας.

Ναί, Κύριε, κατά τό ἄμετρόν Σου ἔλεος, ὁδήγησόν με διά τοῦ Ἁγίου Σου Πνεύματος εἰς πᾶν ἔργον καί πάντα λόγον ἀγαθόν, καί δός μοι διελθεῖν ἀπροσκόπτως ἐνώπιόν Σου τήν ὁδόν τῆς ζωῆς μου καί κατά τήν δικαιοσύνην Σου, ἥν ἐφανέρωσας ἡμῖν, ἵνα μή προστεθῇ μοι οὐδεμία ἀνομία.

Κύριε, ὁ Μέγας ἐν ἐλέει, φεῖσαί μου τοῦ ἀπολλυμένου εἰς τό κακόν, καί μή ἀποκρύψῃς τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ. Καί ὅταν ἡ διεφθαρμένη μου θέλησις ὁδηγήσῃ με πρός ἄλλας ὁδούς, καί τότε, ὁ Σωτήρ μου, μή ἐγκαταλίπῃς με, ἀλλά βιαίως ἐπανάγαγέ με εἰς τήν ἁγίαν Σου ὁδόν.

Ὅτι Σύ, καρδιογνῶστα ἀγαθέ, γινώσκεις πᾶσαν τήν πενίαν καί τήν ἀφροσύνην μου, τήν τυφλότητα καί τήν ἀχρειότητά μου, ἀλλά καί αἱ θλίψεις τῆς καρδίας μου καί οἱ στεναγμοί τῆς ψυχῆς μου ἐνώπιόν Σού εἰσί. Διό καί δέομαί Σου: εἰσάκουσόν μου ἐν τῇ θλίψει μου καί ἔμπλησόν με ἄνωθεν τῆς δυνάμεώς Σου, ἀνάστησόν με τόν παραλελυμένον τῇ ἁμαρτίᾳ, ἐλευθέρωσόν με τόν δουλωθέντα τοῖς πάθεσιν, ἴασαί με ἀπό παντός τραύματος ἐν ἐμοί κεκρυμμένου, καθάρισόν με ἀπό πάσης κηλῖδος σαρκός καί πνεύματος, συγκράτησόν με ἀπό πάσης ἐσωτερικῆς καί ἐξωτερικῆς κινήσεως μή εὐαρέστου ἐνώπιόν Σου ἀλλά καί ἐπιβλαβοῦς διά τόν πλησίον μου.

Δέομαί Σου: νομοθέτησόν με ἐν τοῖς τρίβοις τῶν ἐντολῶν Σου καί μέχρις ἐσχάτης μου ἀναπνοῆς μή ἐπιτρέψῃς παρεκκλῖναι τοῦ φωτός τῶν προσταγμάτων Σου, ἕως ἄν ἀποβῶσι ταῦτα ὁ μόνος νόμος ὅλης τῆς ὑπάρξεώς μου, προσκαίρου τε και αἰωνίου.

Ὁ Θεός, ὁ Θεός μου, περί πολλῶν και μεγάλων δέομαί Σου ἐγώ, Σύ δέ μή παρίδῃς με μηδέ ἀποῤῥίψῃς με ἀπό τοῦ Προσώπου Σου διά τήν θρασύτητά μου καί τήν παῤῥησίαν μου, ἀλλά τῇ δυνάμει τῆς ἀγάπης Σου ὁδήγησόν με κατά τά διαβήματά Σου, δός μοι ἀγαπᾶν Σε ὡς Σύ ἐνετείλω ἡμῖν, ἐξ ὅλης τῆς καρδίας μου, ἐξ ὅλης τῆς διανοίας μου, ἐξ ὅλης τῆς ἰσχύος μου, δι’ ὅλου τοῦ εἶναί μου.

Ὅτι Σύ εἶ Μόνος Σκεπαστής Ἅγιος και Παντοδύναμος Ὑπερασπιστής τῆς ζωῆς μου, καί Σοί προσφέρω τήν δοξολογίαν καί τήν προσευχήν μου. Ἀμήν.

Από το βιβλίο: Ἀρχιμανδρίτου Σωφρονίου, Περί Προσευχῆς, Ἱερά Μονή Τιμίου Προδρόμου, Ἔσσεξ Ἀγγλίας, 2009.

Μετάβαση στο περιεχόμενο